Ancient Greek
ιγ'. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ιγ'. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.
Not analysed yet
Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ᾽ ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ᾽ ἀρχὴν μέν, οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, κατὰ δὲ τὸ τέλος, δῶμα δῶ.