Ancient Greek
ιδ'. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ιδ'. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ.
Not analysed yet
Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμωνυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πότερον τῶν Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον ἅρματα δ᾽ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα· καὶ δός δέ τέ μ᾽ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.