Ancient Greek
ιη'. ΠΕΡΙ ΑΝΤΟΝΟΜΑΣΙΑΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ιη'. ΠΕΡΙ ΑΝΤΟΝΟΜΑΣΙΑΣ.
Not analysed yet
Ἀντονομασία ἐστὶ λέξις ἢ φράσις διὰ συνωνύμων ὀνομάτων τὸ κύριον παριστῶσα· λέξις μὲν Φοῖβε ἀντὶ τοῦ Ἄπολλον, καὶ Ἐννοσίγαιε ἀντὶ τοῦ Πόσειδον, καὶ ὄφρα ἴδῃ γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται· ἀντὶ τοῦ Ἀθηνᾶ. φράσις δὲ Λητοῦς καὶ Διὸς υἱός, ἀντὶ τοῦ Ἀπόλλων. ἔνιοι δὲ τὴν ἔλλειψιν καὶ τὴν ἀντονομασίαν ὑποτάττουσι τῇ συνεκδοχῇ.