Ancient Greek
ι'. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ι'. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ.
Not analysed yet
Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα Ἀτρείδης. τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς.