Ancient Greek
ι'. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ι'. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ.
Not analysed yet
Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον. καὶ τὼ δὲ δύω σκάζοντε βάτην· καὶ φὰν δ᾽ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος.