Ancient Greek
κβ'. ΠΕΡΙ ΧΑΡΙΕΝΤΙΣΜΟΥ.
Tryphon I Grammaticus, Περὶ τρόπων κβ'. ΠΕΡΙ ΧΑΡΙΕΝΤΙΣΜΟΥ.
Not analysed yet
Χαριεντισμός ἐστι λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων, ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμ᾽ ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ᾽ ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν.