Ancient Greek
κγ'. ΠΕΡΙ ΕΠΙΚΕΡΤΟΜΗΣΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων κγ'. ΠΕΡΙ ΕΠΙΚΕΡΤΟΜΗΣΕΩΣ.
Not analysed yet
Ἐπικερτόμησίς ἐστιν ἀλληγορία μετὰ χλευασμοῦ ἐκφερομένη ἐφ᾽ ἡδονῇ τοῖς κατορθωθεῖσιν ὑπ᾽ αὐτῆς, οἷον τῷ δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασι.