Ancient Greek
κδ'. ΠΕΡΙ ΑΣΤΕΙΣΜΟΥ.
Tryphon I Grammaticus, Περὶ τρόπων κδ'. ΠΕΡΙ ΑΣΤΕΙΣΜΟΥ.
Not analysed yet
Ἀστεϊσμός ἐστι λόγος ἀφ᾽ ἑαυτοῦ διασυρτικὸς γενόμενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πενέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φησίν, ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμί. καλεῖται δὲ τοῦτο καὶ προσποίησις.