Ancient Greek
Ϛ'. ΠΕΡΙ ΜΕΤΩΝΥΜΙΑΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων Ϛ'. ΠΕΡΙ ΜΕΤΩΝΥΜΙΑΣ.
Not analysed yet
Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον οἶνός μ᾽ ἔπεισε, δαιμόνων ὑπέρτατος.