Ancient Greek
α'. ΑΛΛΗΓΟΡΙΑ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων α'. ΑΛΛΗΓΟΡΙΑ.
Not analysed yet
Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν παριστῶσα, τότε δὲ καταχρῶνται δεόντως τῇ ἀλληγορίᾳ, ὅταν ἢ δι᾽ εὐλάβειαν, ἢ δι᾽ αἰσχύνην οὐ δύνωνται φανερῶς ἀπαγγεῖλαι, ὃν τρόπον παρὰ Καλλιμάχῳ ἐν ἰάμβοις, τὸ πῦρ ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα· ἴσχε δὲ δρόμον μαργοῦντος ἵππου. ταῦτα γὰρ οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρός, οὔτε περὶ ἱπποδρομίας ἐστὶν ὁ λόγος, ἀλλ᾽ ὥσπερ αἰδούμενος ἐκδηλοῦν ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος.