Ancient Greek
δ'. ΜΕΤΑΛΗΨΙΣ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων δ'. ΜΕΤΑΛΗΨΙΣ.
Not analysed yet
Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὸ ὁμώνυμον δηλοῦσα, οἷον ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι· καὶ γὰρ ἀπὸ τοῦ σχήματος μεταληπτικῶς τὰς νήσους θοὰς εἴρηκε· τὸ γὰρ θοὸν καὶ ὀξὺ συνώνυμόν ἐστι. καὶ τούτῳ δὲ ὁμώνυμόν ἐστι πᾶν τὸ κατὰ σχῆμα ὀξύ· ὀφείλων γὰρ ὀξείαις εἰπεῖν, θοῇσιν εἶπεν, ἐπεὶ τὸ θοὸν σημαίνει καὶ τὸ ταχὺ καὶ τὸ ὀξύ. καὶ πάλιν Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. ὁ γὰρ κατὰ τὸν βίον φειδωλὸς συνωνύμως καὶ ἀκριβὴς καλεῖται, ὁ δὲ συνωνυμεῖ τῷ κατὰ τὴν τέχνην ἀκριβεῖ, τουτέστιν εὐστόχῳ.