Ancient Greek
ιβ'. ΠΑΡΑΠΛΗΡΩΜΑ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων ιβ'. ΠΑΡΑΠΛΗΡΩΜΑ.
Not analysed yet
Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· ἡ γὰρ πρὸ παρέλκει. καὶ ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων.