Ancient Greek
ιη'. ΑΝΤΙΦΡΑΣΙΣ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων ιη'. ΑΝΤΙΦΡΑΣΙΣ.
Not analysed yet
Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ᾽ ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν πλούσιον καλῶμεν, τὴν χολὴν γλυκεῖαν· ἢ ἀντίφρασίς ἐστι λέξις τὸ ἐναντίον διὰ τοῦ ἐναντίου σημαίνουσα χωρὶς ὑποκρίσεως. τίθεται δὲ ἤτοι κατ᾽ εὐφημισμὸν ἢ κατ᾽ ἐναντίωσιν· κατ᾽ εὐφημισμὸν μέν, ὅταν τὴν ἄκανθαν βάτον λέγωμεν, ἧς οὐκ ἔστιν ἐπιβῆναι, καὶ τὴν χολὴν γλυκεῖαν· κατ᾽ ἐναντίωσιν δὲ οὐδ᾽ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς· ἀντὶ τοῦ ἠνιάθη.