Ancient Greek
κα'. ΠΑΡΕΚΒΑΣΙΣ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κα'. ΠΑΡΕΚΒΑΣΙΣ.
Not analysed yet
Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὡς τὰ τοῦ Φοίνικος περὶ Κουρήτων μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε ὡς ἦν, ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενέχαρμοι· καὶ τὰ ἑξῆς.