Ancient Greek
κβ'. ΣΥΛΛΗΨΙΣ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κβ'. ΣΥΛΛΗΨΙΣ.
Not analysed yet
Σύλληψίς ἐστι δυοῖν ὑποκειμένων πραγμάτων τὸ πραχθὲν ἰδίᾳ ὡς κοινῶς παραλαμβάνουσα, οἷον Ὀδυσσεύς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει Νέστορι, τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν, καίτοι τοῦ Διομήδους μόνον αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν· ἀλλαχοῦ δέ ἐστιν ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα, πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες, εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν. συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων.