Ancient Greek
κγ'. ΑΙΝΙΓΜΑ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κγ'. ΑΙΝΙΓΜΑ.
Not analysed yet
Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρωμένη ποιεῖν, ὡς τὰ παρ᾽ Ἡσιόδῳ τὰ περὶ τῆς κύλικος λεγόμενα, μηδέποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν· αὐτὰρ ἐπεὶ δ᾽ αὐτοὶ μὲν κνίσσης ἐξ ἔρον ἕντο· καὶ οὐ μητέρα μητρὸς ἄγοντο αὐαλέην καὶ ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι· ἐφ᾽ ἑτέροισι τεκέεσσι, τοῖς ἑαυτοῦ τέκνοις, λέγει δὲ τοῖς ξένοις, τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης εἰλῆφθαι.