Ancient Greek
κδ'. ΕΠΑΥΞΗΣΙΣ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κδ'. ΕΠΑΥΞΗΣΙΣ.
Not analysed yet
Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα, τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα· ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ νόημα. ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος· ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.