Ancient Greek
κε'. ΕΞΟΧΗ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κε'. ΕΞΟΧΗ.
Not analysed yet
Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ σημαινόμενα, οἷον Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν· ὥσπερ τοῦ Ἕκτορος οὐχὶ ἑνὸς τῶν Τρώων, ἐπὶ τοῦτον ἤνεγκε· κατ᾽ ἐξοχὴν γὰρ αὐτὸν ἐδήλωσε. καὶ ὁμοίως οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος.