Ancient Greek
κϚ'. ΥΣΤΕΡΟΛΟΓΙΑ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κϚ'. ΥΣΤΕΡΟΛΟΓΙΑ.
Not analysed yet
Ὑστερολογία ἐστὶ μέρος λόγου, ὅταν ὃ δεῖ πρῶτον λέγειν ὕστερόν τις ἐπιφέρῃ, οἷον ἅμα τράφεν ἠδ’ ἐγένοντο· ἀντὶ τοῦ ὁμοῦ ἐγένοντο καὶ ἐτράφησαν, καὶ δούπησε δὲ πεσὼν ἀντὶ τοῦ πεσὼν ἐδούπησε. καὶ ἀλλ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ἀντὶ τοῦ ἄκουσον καὶ ὑπόκριναι. καὶ εἵματα δ᾽ ἀμφιέσασα θυώδεα λούσασα. καὶ λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.