Ancient Greek
Ϛ'. ΑΝΑΣΤΡΟΦΗ.
Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων Ϛ'. ΑΝΑΣΤΡΟΦΗ.
Not analysed yet
Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν ἔχουσαν τάξιν, ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως, ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. ἐν δ᾽ ἐπιρρήματι, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς. ἀντὶ ὡς ὄρνιθας. ἐν δὲ συνδέσμοις, ἤτοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν· οὐδὲ λίην λυπρὴ αὐτὰρ δ᾽ εὐρεῖα τέτυκται. ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν, ἀλλαχοῦ δέ ἐστι πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι· ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς ἀνθ᾽ Ἕκτορος ὠφείλετε.