Ancient Greek
8
Tyrtaeus, Fragmenta 8
Unproofread scanNot analysed yet
Strabo VIII p. 362: Πλεονάκις δ’ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων· τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησὶ Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι· τὴν δὲ δευτέραν, καθ’ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἠλείους (ita etiam cod. palimps. ,Kramer coni. Ἀρκάδας) καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ (c. pal. OPXOMENΩN i. e. Ὀρχομενίων) βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Δακεδαιμονίοις.