Ancient Greek · ~4 min
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
Valerius Apsines, Ars rhetorica 1
Not analysed yet
Εἴρηται μέν τινα καὶ τοῖς πρὸ ἡμῶν περὶ προοιμίου, 1 τί τέ ἐστι προοίμιον, ὅτι ἀρχὴ τοῦ σύμπαντος λόγου, καὶ πόθεν λαμβάνεται προοίμιον, ὅτι ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν καὶ ἀποδεξαίμην· ἴσως δʼ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδʼ ἀνωφελές, ἀλλὰ διʼ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων ἢ κατὰ τρόπους ἢ κατʼ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφʼ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα.