Ancient Greek · ~2 min
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
Valerius Apsines, Ars rhetorica 10
Not analysed yet
Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλʼ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.