Ancient Greek · ~2 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 14-3
Not analysed yet
Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ τί φήσουσι τούς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου διχῶς θεωρουμένου, ἐξ εἰσφορὰς νόμου, ἐκ ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.