Ancient Greek · ~3 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 18
Not analysed yet
Ἔτι κινήσομεν ἔλεον καὶ ἀπὸ τοῦ καλουμένου παρὰ τὴν ἐλπίδα, οἷον, ἤλπιζον δημαγωγῶν καὶ τὰ ὑμέτερα πράττων καὶ τολμήσας διὰ τὰ ὑμῖν συμφέροντα προςκροῦσαι τοῖς πλουσίοις ἀποκεῖσθαί μοι παρʼ ὑμῖν ἀντὶ τούτου τὴν χάριν, εἰ δὲ μὴ μᾶλλον εὐδοκιμήσειν τῶν πλουσίων, ἀλλʼ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἀπάντων ἐσφάλην, ᾔτησέ με παρʼ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι. ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων.