Ancient Greek · ~3 min
ΠΕΡΙ ΛΥΣΕΩΝ ΠΑΡΑΔΕΙΓΜΑΤΩΝ.
Valerius Apsines, Ars rhetorica 2-7
Not analysed yet
Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου, οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν. “ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿ εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία· “γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ πολὺ μᾶλλον ἁλίσκοιο. “