Ancient Greek · ~6 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.5
Not analysed yet
Ἄλλο θεώρημα. Ἔστι πολὺ γένος προβλημάτων τῶν ἐξ ἀποβάσεως τοῦδέ τινος λεχθέντος ἢ γραφέντος. οἷον ἐκ νόμου ἢ ψηφίσματος ἀπέβη τι δεινόν, καὶ κρίνεται ὁ δοκῶν τὴν αἰτίαν παρέχειν· ἐν γὰρ τούτοις ἁρμόσει λέγειν, ὅτι βέλτιον μὲν ἦν πρὶν ἐκβῆναί τι δυσχερὲς ἐκ λογισμοῦ πεφυλάχθαι τὸ παθεῖν τι δεινόν, καὶ τὸν κατασκευάζοντα ἀνόνητον πεποιηκέναι τοῦ σκαιωρήματος, δεύτερον δὲ τῇ πείρᾳ διδάσκεσθαι οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψε τὸ περὶ Χαριδήμου ψήφισμα ὁ Ἀριστοκράτης, 2 ὁρᾷς ἐνταῦθα ἐκ τοῦ ψηφίσματος οἷον ἀπέβη τὸ περὶ Χερρόνησον. λέξεις οὖν ὅτι βέλτιον ἦν πρὶν ἐκβῆναι τοῦτο δίκην παρʼ αὐτοῦ ἀπῃτηκέναι καὶ τὸ ψήφισμα λελυκέναι οὕτω γὰρ οὐκ ἂν ἀπέβη τι δεινόν. καὶ πάλιν ἐπʼ ἐκείνου· ἔπεισέ τις Σκύθας τοὺς νομάδας πόλιν οἰκῆσαι, καὶ νοσούντων αὐτῶν κρίνεται· καὶ πάλιν ἐπʼ ἐκείνου· ἔπεισέ τις ῥήτωρ ἐν στάσει καὶ ὅπλα παραδοῦναι τῷ στρατηγῷ, καὶ τυραννήσαντος αὐτοῦ κρίνεται ὁ ῥήτωρ συνειδότος. καὶ ὅλως εὑρήσεις τοσαῦτα προβλήματα τὰ ὑποπίπτοντα τούτῳ τῷ γένει, ὅσα οὐκ ἄλλῳ. ἐπὶ δὲ τῶν τοιούτων κἀκείνῳ χρήσῃ τῷ θεωρήματι, ὅπου τι δεινόν· ἃ μὲν ἀπολελαύκαμεν τῆς τούτου συμβουλῆς ἑωράκατε. ἀλλὰ τοῦτο μὲν τὸ ἐννόημα ἐπιπολαιότερον, ἐκεῖνο δὲ βαρύτερον ἐν τῷ αὐτῷ γένει τούτῳ τῷ ἐξ ἀποβάσεως, καὶ ὅσα δὲ ἐν καταφορᾷ κεῖται, ἁρμόττει τούτῳ, πρῶτον μέν, εἰδὼς ὑμᾶς, ὦ δικασταί, καὶ τῶν νόμων καὶ τῆς καθεστώσης πολιτείας πολλὴν σπουδὴν πεποιημένους οὐ μικρὰ ὁρῶν τὴν πόλιν εἰς ταῦτα βλαπτομένην ὑπὸ τούτου τὸν παρόντα τοῦτον ἐνεστησάμην ἀγῶνα, νομίζων οὔτε τὴν τῶν ἀντιδίκων δεινότητα καὶ βίαν, οὔτε ἄλλο τι τούτων οὐδὲν ἔσεσθαι τῶν παρʼ ἡμῖν δικαίων δυνατώτερον.