Ancient Greek · ~4 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.4
Not analysed yet
Ἄλλο. Ἔστι καὶ τοιοῦτον γένος προβλημάτων, ἐν οἷς βραδύτερον δοκεῖς ἐπεξιέναι δέον πάλαι, ὡς ἐπʼ ἐκείνου· πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· καὶ πάλιν· πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης αὐτὴν διορύξαι· δοκεῖ γὰρ ὁ Δημοσθένης μετὰ πολλὰς καταδρομὰς βραδέως συμβουλεύειν. τοῦτο οὖν αὐτὸ λέξει ἐν προοιμίῳ, ὅτι ὡς μὲν πολὺ βέλτιόν ἦν πάλαι τινὰ ἐπανόρθωσιν γενέσθαι τῶν περὶ Χερρόνησον, ὅτε καὶ πρῶτον κατέδραμε Φίλιππος, εὖ οἶδα, οὐ μὴν ἀλλʼ ἕως ἐλπὶς ἦν ἀφέξεσθαι τὸν Φίλιππον τῶν συμμάχων ἐπεῖχον, ἐπεὶ δὲ τὸ πρᾶγμα ἔτι μᾶλλον αὔξεται. καὶ ἐπʼ ἐκείνου δὲ χρήσῃ τῷ θεωρήματι. συνεχῶς πλούσιος πένητος ἀνδριάντα ποιεῖ, καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως. χρήσεται γὰρ ὁ πένης τῷ αὐτῷ θεωρήματι, οἷον ἔδει μὲν καὶ πάλαι τούτῳ ἐπεξελθεῖν, ὅτε καὶ πρῶτον ὑβρίζειν ἤρξατο. ἢ ἄλλως μεθοδεύσει τὸ θεώρημα, ὅτι ἕως μὲν οἷός τʼ ἦν φέρειν τὴν τούτου ὕβριν, κατεῖχον ἐμαυτόν καὶ ὅλως ἐπὶ πάντων σοι τὸ θεώρημα ἁρμόσει, ἐν οἷς ἄν τις πάλαι καὶ ἐκ πολλοῦ καὶ ἐν πολλοῖς ἀδικήσας νῦν κρίνηται.