Ancient Greek · ~3 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.7
Not analysed yet
Τρίτον δὲ τοῦτο οὐ μίαν δέ, ὡς ἔοικεν, ὦ ἄνδρες δικασταί, 2 γνώμην οὐδὲ τὴν αὐτὴν ἔχειν μοι συμβαίνει περὶ τῶν τούτῳ τετολμημένων· καὶ γὰρ δύσκολον εἶναι καὶ ῥᾷστον ἐμαυτῷ νομίζω τοῦτον τὸν ἀγῶνα καθεστηκέναι. αὐτῶν μὲν γὰρ ἕνεκα τῶν πραγμάτων καὶ πάνυ ῥάδιον, οὕτω πολύ τι τὸ πλῆθος καὶ τὸ μέγεθός ἐστι τῶν τετολμημένων δύσκολον δὲ ἐκείνῃ, ὅτι μὴ ῥᾷστον ἐφικέσθαι τῶν τετολμημένων· οὐ μὴν διὰ τοῦτο ἡγοῦμαι προσήκειν ἐμαυτῷ τὴν κατηγορίαν ἀφεῖναι, ἀλλʼ ὡς ἂν οἷός τε ὦ δεῖξαι τὰ τούτῳ τετολμημένα καὶ παραστῆσαι. ὧδε παραδείγματος ἕνεκα, οἱ ἐπὶ τοῖς Ποτιδαιάταις κρινόμενοι Ἀθηναῖοι, καὶ ὁ ἐπὶ ταῖς Εὐμενίσι, καὶ ὁ ἐπὶ τῷ λοιμῷ τῶν Σκυθῶν, καὶ ἐπὶ πάντων, ὅπου μέγα τι καὶ ὡμολογημένον ἀδίκημα.