Ancient Greek · ~11 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.8
Not analysed yet
Ἄλλο θεώρημα. Εἰρήκαμεν ἐν τοῖς ἐξ ἀποβάσεως, τί δεῖ ποιεῖν τὸν κατήγορον· φέρε οὖν εἴπωμεν, τί δεῖ ποιεῖν τὸν φεύγοντα. ἐὰν τοίνυν ἐκβεβηκὸς τι ἄτοπον ὡμολογημένον, τὸ μὲν ἀνιαρὸν αὐτὸ εἶναι σύντρεχε, τὸ δὲ ἑξῆς ἀναίρει λέγων, ὡς οὐ δικαίως αὐτὸς φεύγει· οὐ γὰρ ἐπʼ ἐκείνοις αὐτὰ συνεβούλευσεν, οὐδʼ ἂν προσεδόκησεν, ὡς ἐπʼ ἐκείνου ὁ Φίλιππος ἔδωκεν αἵρεσιν τοῖς Ἀθηναίοις, πότερον βούλονται ὅπλοις ἢ λόγοις δικάζεσθαι ὁ Δημοσθένης συνεβούλευσε λόγοις, καὶ αὐτὸς εἰπὼν ἡττήθη καὶ κρίνεται. ὁρᾷς ὅτι ὡμολογημένον ἐστὶ κακὸν καὶ ἄτοπον τὸ περὶ τὴν ἧτταν· καὶ πάλιν ἐπʼ ἐκείνου· ἔγραψεν ὁ Ἀριστοκράτης τὸ περὶ τοῦ Χαριδήμου ψήφισμα, ἀποστάσης Χερρονήσου κρίνεται. κἀνταῦθα τὸ ἐκβὰν ὡμολογημένον ἐστὶν ἄτοπον. οὐκ ἄτοπον οὖν εἰπεῖν, τὸ μὲν οὖν ὑμᾶς ἐπὶ τοῖς συμβεβηκόσιν ἀγανακτεῖν, οὐδὲν ἀπεικός· οὐ μὴν χρὴ τούτων εἰς ἐμὲ τὴν αἰτίαν ἔχειν, ὃς οὐκ ἐπὶ τούτοις εἰσήνεγκα τὸν νόμον. καὶ ὅλως ἐπὶ πάντων ἁρμόσει τῶν τοιούτων. ἐπὶ δὲ τῶν κατηγόρων ἐξ ἀποβάσεως ἁρμόσει μέν σοι καὶ τὰ προειρημένα θεωρήματα, οὐχ ἥκιστα δὲ κἀκεῖνο· εἰ μὲν ἐξαρκεῖ 2 τὸ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν, οὐκ ἄξιον μέν, φέρειν δʼ οὕτως ἀνάγκη. εἰ δὲ καὶ τιμωρίαν χρὴ λαβεῖν. ὁπόταν δὲ κρίνειν τινὰ μέλλῃς μεταβολῆς καιροῦ βελτίονος γενομένης, ἧς πρότερον μὴ οὔσης οὐκ ἠδύνασο κρίνειν, ἁρμόσει σοι λέγειν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ δεδώκασιν ἡμῖν καιρόν, οἷον μάλιστα ηὐχόμεθα ἢ οὕτως, πάλαι δυσχεραίνων τοῖς συμβεβηκόσι καὶ τετολμημένοις ὑπὸ τούτου, νῦν ἐπειδὴ καιροῦ ἐλαβόμην ὡς ἐπʼ ἐκείνου ὁ Ἰσμηνίας ἐπαυλήσας ταῖς Θήβαις κρίνεται μετὰ τὸν Ἀλεξάνδρου θανάτου, καὶ πάλιν ὁ Πύθων μετὰ τὴν Φιλίππου τελευτὴν κρίνεται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. καὶ ἐκ τοῦ ἀπολογουμένου βιάσῃ λέγων συνήδεσθαι καὶ αὐτὸς ἐν τῷ παρόντι καιρῷ, ἵνα εἰ καί τις ἦν πρότερον διαβολὴ ταύτην ἐξέλῃς. ὁπόταν δέ σε λυπῇ τι ἢ ἀπὸ καιροῦ χαλεποῦ ἢ ἀπὸ δυνάμεως ἐχθρῶν ἀπὸ κέρδους δοκοῦντος ὑπὸ τῶν ἐναντίων προτείνεσθαι, τοῦτο αὐτὸ προαναίρει καὶ προθεράπευε λέγων τἀναντία ὑπειληφέναι περὶ τῶν ἀκουόντων ἢ ὥς τινες οἴονται. ἢ οὕτως ἐξ ἀτόπου προτάσεως· εἰ μὲν ἑώρων παραπλησίως ὑμᾶς διακειμένους τούτοις, οἷον τοῦ μὲν ἀπὸ καιροῦ φοβεροῦ καὶ δυνάμεως ἐχθρῶν ἐκεῖνο, ὡς ἐπὶ τῶν Θετταλῶν, οἷς ἐπαπειλεῖ βασιλεὺς ἐπαφεῖναι τὸν Πηνειόν. ἀπὸ δὲ τοῦ κέρδους ,ὡς ἐκεῖνο, Αἰσχίνης προῖκα ἐκόμισε σῖτον παρὰ τοῦ Φιλίππου πεμφθεὶς πρὸς Κερσοβλέπτην, καὶ κρίνεται. ἐξ ἀπολογίας. ὁπόταν δέ τι εὖ πεποιηκέναι φάσκοντες ἔτι καὶ κρινώμεθα, ἁρμόσει τὸ ἐκ βαρύτητος οὕτως· ᾤμην μὲν ἔγωγε καὶ ἐπαίνων τεύξεσθαι. ἢ οὕτως· οὐκ ἄν προσεδόκησα τοιοῦτον ἀπαντήσειν τέλος, οἷον μετὰ νίκην τις κρινόμενος χρήσεται τούτῳ, ὡς ἐπʼ ἐκείνου· στρατηγὸς καθελών μέρος τι τοῦ τείχους ἐξελθών ἐνίκησε, καὶ κρίνεται. ἐκ δὲ τοῦ κατηγόρου 2 αὐτῷ τούτῳ συμπλεκόμεθα λέγοντες, οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις τὰ μέγιστα ἠδικηκὼς ἔτι καὶ φιλοτιμῆται τοῖς πραχθεῖσιν.