Ancient Greek · ~2 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 29
Not analysed yet
Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον.