Ancient Greek · ~3 min
3 to 7
Valerius Apsines, Ars rhetorica 3-7
Not analysed yet
Ἄλλο. Θεμιστοκλῆς πείσας ἐκλείπειν τὴν πόλιν γράφει αὐτοὺς καὶ ἐμπρῆσαι τὸ ἄστυ. Ἄλλο. Κατέσκαψάν τινες πόλιν. οἱ διαφυγόντες ἔκριναν τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν. Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμεν. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει. Ἄλλο. Ὁ Ὑπερίδης γράψας ἔπεισε μόνῳ χρῆσθαι συμβούλῳ Δημοσθένει, ἐν Ἐλατείᾳ ὄντος Θιλίππου, εἶτα γράφει καὶ φρουρὰν αὐτῷ διδόναι. Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.