Ancient Greek
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.2
Not analysed yet
Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς δοκῶν τις εὐ ποιεῖν ὑπόνοιαν ἔχει ὡς μετὰ ἐπιβουλῆς αὐτὸ ποιῶν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἔπεμψαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι παρὰ βασιλέαπερὶ χρημάτων. ἔδωκεν ἑκατέροις · ἐπανελθόντων αὐτῶν ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπὶ βασιλέα στρατεύειν. ἐν τοῖς τοιούτοις οὖν ἁρμόσει τὸ ἀπὸ οἰκείας κρίσεως θεώρημα· ἐβουλόμην, ὦ δικασταί, τοῦτον ὡς ἀληθῶς κήδεσθαι τῶν ἡμετέρων πραγμάτων, καθάππερ 3 φάσκει, νῦν δὲ τοὐναντίον φαίνεται πράττων, καὶ δόξαν παρέχων ὡς εὐ ποιῶν ἡμᾶς οὐκ ἐλαχίστην βλάβην τοῖς κοινοῖς κατασκευάζει, ὡς μικρὸν ὕστερον, εἰ προσέχοιτε, δείξω.