Ancient Greek · ~2 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.1
Not analysed yet
3 Ἐν τοῖς ἐσχηματισμένοις εἰ μὲν ἄλλου προειρηκότος αὐτὸς μετʼ ἐκεῖνον λέγοις, ἁρμόσει σοι τὸ ἐξ ὑποθέσεως προοίμιον, οἷον ἔδει μὲν τὸν προειρηκότα καὶ ταὐτὰ προσθεῖναι· καὶ γὰρ ἦν ἑπόμενα τούτοις, οἷον ὁ Περικλῆς ἔγραψε δῃοῦν τὴν Ἀττικήν, καὶ γράφει Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρξασθαι. ἐν δὲ τοῖς τοιούτοις ἐκεῖνο αὐτό, ὃ βούλει ἀνύσαι, ὡς ἀναιρῶν εἴσαγε· οὐχ ὅτι ἂν ἄλλος ἐποίησε, τοῦτο ἐγὼ ποιήσων ἀφῖγμαι.