Ancient Greek · ~4 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.4
Not analysed yet
Ἐν πάσῃ παραγραφῇ ἐκ μὲν τοῦ παραγραφομένου ἁρμόσει σοι ἡ τοῦ ἀντιπίπτοντος λύσις, τὸ δὲ ἀντιπῖπτον ἐστὶ τὸ μὴ θαρρεῖν τῇ εὐθυδικίᾳ καὶ διὰ τοῦτο ἐπὶ τὴν παραγραφὴν βαδίζειν. τοῦτο οὖν εὐθὺς ἐν ἀρχῇ ἀναιρήσεις λέγων οὕτως· ὅσον μὲν ἐν αὐτοῖς τοῖς πράγμασι καὶ τῷ τεθαρρηκέναι τούτοις, οὐδὲν ἐδεήθην παραγραφῆς, οὕτω καὶ χωρὶς ταύτης θαρρῶν τοῖς δικαίοις εἰς ὑμᾶς ἐλήλυθα. ἐπειδὴ δὲ καὶ τοῦτο οἱ νόμοι τοῖς ἀγωνιζομένοις παρεσχήκασιν, ᾠήθην καλῶς ἔχειν ἐμαυτῷ μὴ παρεῖναι τὸ δίκαιον, ὅπερ ἡμῖν δεδώκασιν οἱ ἐν τοῖς παραγραφικοῖς ἁρμόττει ἔννοια προοιμιακὴ κἀκείνη ἐπὶ τοῦ ἀπολογουμένου εἰπεῖν, πολλῶν ὄντων, ὠ δικασταί, τῶν περὶ τοῦτον τὸν ἀγῶνα γεγενημένων ὑπὸ κατηγόρου, ἅ τις ἂν εἰκότως θαυμάσειεν, οὐδενὸς ἧττον, εἰ καὶ μὴ παντὸς μᾶλλον, τοῦτό μοι δοκεῖ δικαίως ἄν τις αὐτοῦ θαυμάσαι, τὸ πρὸ ψήφου τῆς τῶν δικαζόντων ἀτιμίαν ἡμῖν προστιμᾶν. τὸ γὰρ ὅπως μὴ μεθέξομεν 3 λόγου σπουδάζειν, τί πότ’ ἐστιν ἄλλο πράττοντος, προστιμῶντος ἡμῖν ἀτιμίαν σαφῆ.