Ancient Greek · ~3 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.5
Not analysed yet
Ἔστι καὶ τοιοῦτο γένος ζητήματος, ἑν οἷς πρότερόν τις κακῶς πεποιηκὼς μετὰ ταῦτα ἐλπίζων ὑπʼ αὐτῶν τῶν ἠδικημένων κακῶς πείσεσθαι αὐτὸς ταῦτα ἃ ἀφῄρηται δώσειν ὑπισχνεῖται, οἷον ὡς ἐπʼ ἐκείνου· νοσοῦντι τῷ Φιλίππῳ ἔχρησεν ὁ θεὸς μὴ ἄλλως λῆξαι τῆς νόσου, εἰ μὴ ὑπὲρ αὐτοῦ εὔξαιντο Ἀθηναῖοι· ἀπέσταλκεν Ἀμφίπολιν διδούς, καὶ βουλεύονται. καὶ ἐπʼ ἐκείνου ὁμοίως· ἐψηφίσαντο οἱ Ἕλληνες πολεμεῖν κατὰ Φιλίππου, πέπομφεν ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος, καὶ βουλεύονται. ἐν γὰρ τοῖς τοιούτοις ἅπασι τὸ προκαταρκτνκὸν ἐνθύμημα ἐκεῖνο, εἰ καὶ πάνυ πολὺν ἐπέσχε χρόνον ὁ Φίλιππος, ζητῶν ὅπως ἂν τἀναντία τούτοις οἷς προείρηται πράξειεν, οὐκ ἂν ἑτέρως μοι δοκεῖ τοῦτο ποιῆσαι, ἢ τοῦτον τὸν τρόπον, ὃν νυνὶ πεποιηκὼς φαίνεται. τὸ γὰρ ὧν ἐποίησε πρότερον ὑπομιμνήσκειν ταῦτα ἐπεσταλκότα, πῶς οὐχ ὅπερ εἴρηκα πράττοντός ἐστι.