Ancient Greek · ~2 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.7
Not analysed yet
Ἄλλο. Ἐν πᾶσι δὲ τοῖς ἀντιπίπτουσιν ἐξ ἐννοίας προοιμιακῆς, ὅπου σὺ τὸ ἀντιπῖπτονλύσεις, ὁ ἐναντίος 3 αὐτὸ θήσει. πολλῶν δὲ ὄντων τῶν ἐξ ἐννοίας ἀντιπιπτόντων, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν, ἓν ἑλώμεθα παραδείγματος ἕνεκεν, οἷον δοκεῖς διὰ φθόνον λέγειν, τῷ δὲ ἐναντίῳ ἁρμόσει αὐτῷ τοὐτῷ χρήσασθαι ἀναστρέψαντι καὶ λέγοντι οὐκ ἔστιν ἄδηλον, ὦ δικασταί, τοῦτο ὅτι φθόνῳ καὶ βασκανίᾳ τὴν γραφὴν ταύτην καὶ τὴν κατηγορίαν συνθεὶς οὗτος εἰς ὑμᾶς εἰσελήλυθεν.