Ancient Greek · ~3 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.6
Not analysed yet
Ἄλλο. Ἐπειδὴ τοίνυν εἰρήκαμεν τί δεῖ ποιεῖν ἐν ταῖς παραγραφαῖς τὸν παραγραφόμενον, φέρε σκεψώμεθα, τί προσήκει καὶ τὸν ἀντιλέγοντα πράττειν. ὁ τοίνυν ἀντιλέγων τῇ παραγραφῇ αὐτὸ τοῦτο τὸ θεώρημα ἀναστρέψας ἐρεῖ οὕτως. ἦν μὲν οὐκ ἄδηλον τοῦτο, ὦ δικασταί, ὅτι τὸν λόγον παρεὶς τὸν περὶ τῶν ἐγκλημάτων, ὧν ἡμεῖς ἐγκαλοῦμεν, διὰ τὸ μὴ θαρρεῖν τοῖς δικαίοις προφάσεις τινὰς εὑρήσει καὶ διαδύσεις, διʼ ὧν ἑαυτῷ τὸ μὴ δοῦναι δίκην ποριεῖται, ἐγὼ δὲ ἡγοῦμαι προσήκειν ὑμῖν, τοῦ τε ὅρκου ὃν ὀμωμοκότες κάθησθε φροντίζουσι καὶ τοῦ δικαίαν ἐνεγκεῖν τὴν ψῆφον περὶ ὧν κρίνετε, τούτοις μὲν μὴ προσέχειν, τῶν δὲ περὶ ὧν ἡμεῖς ἐγκαλοῦντες ἥκομεν ἀπαιτεῖν τὸν λόγον.