Ancient Greek · ~3 min
Chapter 3
Valerius Apsines, Ars rhetorica 3.9
Not analysed yet
Ἐν πᾶσι τοῖς ζητήμασιν ἐν οἷς στρατηγὸς ἠδίκηται, εἶτα ἰδιωτικὴν ἀπενήνεκται γραφήν, ἁρμόσει τὸ προοίμιον ἐκεῖνο· ἐβουλευσάμην μὲν ὡς καὶ δημοσίᾳ καὶ κοινῇ τὴν πόλιν ἠδικηκότα τοῦτον εἰς ὑμᾶς εἰσφέρειν· τὸ γὰρ τοὺς στρατηγεῖν ὑφʼ ἡμῶν κεχειροτονημένους πάσχειν ὑπὸ τούτου κακῶς, τῆς πόλεως, οὐκ ἴδιον τοῦ στρατηγοῦ τὸ ἀδίκημανομίζω καθεστηκέναι οὐ μὴν ἀλλὰ καὶ νῦν προσδοκῶν ὑμᾶς ὁμοίως ἀγανακτήσειν, ὡς ἂν εἰ καὶ δημοσίᾳ κατηγόρουν, τὴν παροῦσαν 3 ταύτην γραφὴν ἀπηνεγκάμην. ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐγέλασεν Ἀλκιβιάδης ὑπισχνουμένου τοῦ Κλέωνος τὰ περὶ Πύλον, καὶ ἐπανελθὼν ὕβρεως αὐτῷ δικάζεται. καὶ ἐπʼ ἐκείνου· ὁ Ἀλκιβιάδης ἐκώμασεν ἐπὶ τὸ δεσμωτήριον τῶν τριακοσίων καὶ ἔφη, γενναῖοι, καί, ὑπὸ Κλέωνος, καὶ δικάζεται αὐτῷ ὁ Κλέων ὕβρεως. καὶ ἐπʼ ἐκείνου· νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· οὐκ ἀνέῳξε Κλέωνι ὁ Νικίας εἴσω τῆς προθεσμίας ἄγοντι τοὺς τριακοσίους, καὶ δικάζεται αὐτῷ ὕβρεως.