Ancient Greek · ~2 min
ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 1-2
Not analysed yet
4 Προκατάστασίς ἐστιν ἔφοδος πρὸς τὰς ἀποδείξεις ἢ κατασκευὴ τῶν ἀποδείξεων. προκαθιστάμεθα δὲ ἐν τοῖς ζητήμασι ἐκ διανοίας ἐξετάσεως· γίνεται δὲ αὕτη τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας.