Ancient Greek · ~3 min
36 to 38
Valerius Apsines, Ars rhetorica 36-38
Not analysed yet
Πάθος ποιοῦσιν αἱ ἀντεξετάσεις μάλιστα πρὸς τὰ πρότερα, οἷον πρότερον μὲν ἐν ᾦ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα, νῦν δὲ οἵοις πέπτωκεν, ὡς παῤ Εὐριπίδῃ, πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον· πρὸς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι. Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ.