Ancient Greek · ~7 min
ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 4
Not analysed yet
Τὴν δὲ τοῦ ἀντιδίκου γνώμην ἐξετάζειν ὀφείλομεν τότε, ὁπόταν τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ᾿ ἐκείνου· ἐν πολιορκίᾳ τινὲς δτέπεμεψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθʼ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται εἰ χρὴ δέχεσθαι ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἅνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοῖς γενομένοις ἀγανακτοῦντες διακωλύσητε 4 τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκτοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπʼ ἐπείνου Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια. ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι τέχνῃ καὶ πανουργίᾳτοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο πέπομφε Φίλιππος ψηφισαμένων τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν. πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπʼ αὐτὸν στρατεύειν.