Ancient Greek
40 to 43
Valerius Apsines, Ars rhetorica 40-43
Not analysed yet
Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε· ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν. Πάθος ποιοῦσιν καὶ αἱ δεινώσεις· ,,θέαμα δεινόν. πάθος ποιοῦσι καὶ οἱ σχετλιασμοί, φεῦ καὶ οἴμοι· πάθος ποιεῖ καὶ τὰ ἀνακλητικά· ,,θέαμα δεινόν, ὦ γῆ καὶ θεοί. “πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι. Ἐν τοῖς πάθεσιν οὐ πολύν δεῖ εἶναι τὸν κόσμον, οὐδʼ ἐπεμβάλλεσθαι τὰς ἐννοίας, ἀλλὰ κομματικὰ τὰ πλείω. ἐὰν μὲν βουληθῇς συνέχειαν ποιῆσαι ἐν τῷ πάθει, κατὰ τὸ ἀσύνδετον εἰσάξεις· ,,οἰκίαικατεσκαμμέναι, τείχη περιῃρημένα ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλʼ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη. Πάθος δὲ κινήσομεν οὐ μόνον ἐφʼ οἷς προπεπόνθαμεν, ἀλλὰ καὶ ἐφʼ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει.