Ancient Greek
ΠΕΡΙ ΛΥΣΕΩΝ ΑΝΤΙΘΕΣΕΩΝ.
Valerius Apsines, Ars rhetorica 6-3
Not analysed yet
Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα, δεύτερον δέ τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ 6 αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες. γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι.