Ancient Greek
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 6-5
Not analysed yet
Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάθῃ, ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. ,,τί γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει; “ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον.