Ancient Greek
Section 1
Various, Versus heroici 1
Not analysed yet
I, II. Hippocrates περὶ ἄρθρων ἐμβολῆς 8. καλῶς γὰρ Ὅμηρος καταμεμάθηκε ὅτι πάντων τῶν προβάτων βόες μάλιστα ἀτονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν καὶ ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. . . . διὰ τοῦτο οὖν ἐποίησεν τάδε τὰ ἔπη· ὡς δʼ ὁπότʼ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθεῖα ποίη φαίνεται.