Ancient Greek
Section 5
Various, Versus heroici 5
Not analysed yet
V. Plato Phaedr. 252 B λέγουσι δέ, οἶμαι, τινὲς Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον· ὑμνοῦσι δὲ ὧδε· τὸν δʼ ἤτοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν, ἀθάνατοι δὲ Πτέρωτα διὰ πτερόφοιτον ἀνάγκην.