Ancient Greek · ~3 min
Liber V., ε΄. Περὶ ἀντιγενέσεως εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων τόπον.
Vettius Valens, Anthologiarum libri ix 1-114
Not analysed yet
Τὴν δὲ ἀντιγένεσιν ἀναγκαίως ποιήσομεν πολλὰ γὰρ συμβάλλεται πρὸς τὰς καιρικὰς τῶν χρόνων ἐναλλαγάς· ὁτὲ μὲν γὰρ συμβεβαιοῦσα τὰς τῶν ἀποτελεσμάτων δυνάμεις, ὁτὲ δὲ κωλύουσα ἰδίων ἀποτελεσμάτων ἐστὶ δηλωτική. τῇ οὖν γενεθλιακῇ ἡμέρᾳ κατὰ τὸ ἔτος τὸ καταγόμενον ψηφίσαντες ἀκριβῶς τοὺς ἀστέρας τὸν ὡροσκόπον οὕτως εὑρήσομεν. τοῦ Ἥλίου ἔτι ὄντος ἐν τῷ γενεθλιακῷ ζῳδίῳ σκοποῦμεν, πότε ὁ Ἥλιος καὶ ποίᾳ ὥρᾳ ἔλθῃ ἐπὶ τὴν ἀποκαταστατικὴν μοῖραν, ἥνπερ καὶ ἔσχεν ἀπὸ γενέσεως, καὶ ἐκείνην ἐροῦμεν ὡροσκοποῦσαν. ἐὰν δέ πως νυκτερινῆς οὔσης τῆς γενέσεως ἡμέρας ἡ ἀποκατάστασις εὑρεθῇ, τοὺς ἡμερινοὺς οἰκοδεσπότας συγκρινοῦμεν καὶ τὸν κύριον τοῦ ὁρίου καὶ τοῦ ὡροσκόπου πρὸς τοὺς κατὰ γένεσιν ἀστέρας.