Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., ιβ΄. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν.
Vettius Valens, Anthologiarum libri ix 1-12
Not analysed yet
Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. τῶν μὲν ἀρρενικῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί, αἱ δὲ ἑξῆς β΄ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνιακοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἤ ἡ Σελήνη.