Ancient Greek · ~4 min
Liber V., ια Περὶ ἀ φἐσεως.
Vettius Valens, Anthologiarum libri ix 1-120
Not analysed yet
Αἱ μὲν οὖν ἀφέσεις τῶν ἐνιαυτῶν ἀπὸ πάντων τῶν ἀστἑρων Ἀρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται. ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπίκεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἀν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἤ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς εἰς τινα τῶν κατά γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν εἰ δʼ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῳ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκώς τὸν χρόνον. εἰ δὲ κενὸν τύχη ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατά γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως, ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἥ κατά πάροδον, καὶ πάντων τάς ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων κάν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτελέσμασι τῶν ἀστέρων εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις.